Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.68.2 | Hdt. 6.69.4 (English) | >>Hdt. 6.70.2 |
6.69.2 καὶ τὸ μὲν οἰχώκεε , ἧκε δὲ μετὰ ταῦτα Ἀρίστων . ὡς δέ με εἶδε ἔχουσαν στεφάνους , εἰρώτα τίς εἴη μοι ὁ δούς · ἐγὼ δὲ ἐφάμην ἐκεῖνον , ὁ δὲ οὐκ ὑπεδέκετο . ἐγὼ δὲ κατωμνύμην φαμένη αὐτὸν οὐ ποιέειν καλῶς ἀπαρνεόμενον · ὀλίγῳ γὰρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα δοῦναί μοι τοὺς στεφάνους .
6.69.3 ὁρέων δέ με κατομνυμένην ὁ Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα . καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου , τὸ καλέουσι Ἀστροβάκου , τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι .
6.69.4 οὕτω ὦ παῖ ἔχεις πᾶν , ὅσον τι καὶ βούλεαι πυθέσθαι · ἢ γὰρ ἐκ τοῦ ἥρωος τούτου γέγονας , καί τοι πατήρ ἐστι Ἀστρόβακος ὁ ἥρως , ἢ Ἀρίστων · ἐν γάρ σε τῇ νυκτὶ ταύτῃ ἀναιρέομαι . τῇ δέ σευ μάλιστα κατάπτονται οἱ ἐχθροί , λέγοντες ὡς αὐτὸς ὁ Ἀρίστων , ὅτε αὐτῷ σὺ ἠγγέλθης γεγενημένος , πολλῶν ἀκουόντων οὐ φήσειέ σε ἑωυτοῦ εἶναι (τὸν χρόνον γάρ , τοὺς δέκα μῆνας , οὐδέκω ἐξήκειν ), ἀιδρείῃ τῶν τοιούτων κεῖνος τοῦτο ἀπέρριψε τὸ ἔπος .
6.69.5 τίκτουσι γὰρ γυναῖκες καὶ ἐννεάμηνα καὶ ἑπτάμηνα , καὶ οὐ πᾶσαι δέκα μῆνας ἐκτελέσασαι · ἐγὼ δὲ σὲ ὦ παῖ ἑπτάμηνον ἔτεκον . ἔγνω δὲ καὶ αὐτὸς ὁ Ἀρίστων οὐ μετὰ πολλὸν χρόνον ὡς ἀνοίῃ τὸ ἔπος ἐκβάλοι τοῦτο . λόγους δὲ ἄλλους περὶ γενέσιος τῆς σεωυτοῦ μὴ δέκεο · τὰ γὰρ ἀληθέστατα πάντα ἀκήκοας . ἐκ δὲ ὀνοφορβῶν αὐτῷ τε Λευτυχίδῃ καὶ τοῖσι ταῦτα λέγουσι τίκτοιεν αἱ γυναῖκες παῖδας .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.68.2 | Hdt. 6.69.4 (English) | >>Hdt. 6.70.2 |